Ancient Greek · ~1 min
Section 16
Philo Judaeus, De migratione Abrahami 16
Not analysed yet
εἰσὶ δ’ οἳ μέχρι τῆς τελευτῆς τὰς πρὸς σῶμα σπονδὰς ἔθεντο καὶ ὥσπερ λάρνακι ἢ σορῷ ἢ ὅπως ὀνομάζειν ἑτέρως φίλον τῷδε ἐνετάφησαν. ὧν τὰ μὲν ὅσα φιλοσώματα καὶ φιλοπαθῆ μέρη λήθῃ παραδοθέντα κατορύττεται· εἰ δέ πού τι φιλάρετον παρανέβλαστε, μνήμαις ἀνασῴζεται, δι’ ὧν τὰ καλὰ ζωπυρεῖσθαι πέφυκε.