Ancient Greek · ~2 min
Section 18
Philo Judaeus, De migratione Abrahami 18
Not analysed yet
τὰ δ’ ἀξιομνημόνευτα ταῦτα ἦν· τὸ πιστεῦσαι ὅτι „ἐπισκέψεται ὁ θεὸς“ τὸ ὁρατικὸν γένος (Gen. 50, 24) καὶ οὐ παραδώσει μέχρι παντὸς αὐτὸ ἀμαθίᾳ, τυφλῇ δεσποίνῃ, τὸ διακρῖναι τά τε θνητὰ τῆς ψυχῆς καὶ τὰ ἄφθαρτα καὶ τὰ μὲν ὅσα περὶ τὰς σώματος ἡδονὰς καὶ τὰς ἄλλας παθῶν ἀμετρίας θνητὰ ὄντα Αἰγύπτῳ καταλιπεῖν, περὶ δὲ τῶν ἀφθάρτων σπονδὴν ποιήσασθαι, ὅπως μετὰ τῶν ἀναβαινόντων εἰς τὰς ἀρετῆς πόλεις διακομισθῇ, καὶ ὅρκῳ τὴν σπονδὴν ἐμπεδώσασθαι.