Ancient Greek · ~1 min
Section 17
Philo Judaeus, De migratione Abrahami 17
Not analysed yet
τὰ γοῦν ὀστᾶ Ἰωσήφ, λέγω δὴ τὰ μόνα ὑπολειφθέντα τῆς τοσαύτης ψυχῆς ἀδιάφθορα καὶ ἀξιομνημόνευτα εἴδη, περιποιεῖται ὁ ἱερὸς λόγος (Gen. 50, 25), ἄτοπον ἡγούμενος καθαρὰ μὴ καθαροῖς συνεζεῦχθαι.