Ancient Greek · ~2 min
Section 20
Philo Judaeus, De migratione Abrahami 20
Not analysed yet
ἀλλ’ ἄρχοντα Αἰγύπτου πάσης, τῆς σωματικῆς χώρας, ἀναγραφῆναι (Gen. 41, 41), τὸ αὐχεῖν ἐπὶ τῷ γένος εἶναι Ἑβραίων (Gen. 40, 15), οἷς ἔθος ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ μετανίστασθαι —περάτης γὰρ ὁ Ἑβραῖος ἑρμηνεύεται —,τὸ σεμνύνεσθαι ὅτι „ὧδε οὐκ ἐποίησεν οὐδέν“ (ibid.) —τὸ γὰρ μηδὲν τῶν ἐνταῦθα σπουδαζομένων παρὰ τοῖς φαύλοις ἐργάσασθαι, διαμισῆσαι δὲ καὶ ἀποστραφῆναι πάντα οὐ μετρίως ἐπαινετόν —,