Ancient Greek · ~2 min
Section 21
Philo Judaeus, De migratione Abrahami 21
Not analysed yet
τὸ ἐμπαίζειν ἐπιθυμιῶν καὶ πάντων παθῶν ἀμετρίαις, τὸ φοβεῖσθαι τὸν θεόν (Gen. 42, 18), εἰ καὶ μηδέπω γέγονεν ἀγαπᾶν ἱκανός, τὸ ζωῆς ἐν Αἰγύπτῳ μεταποιεῖσθαι τῆς ἀληθοῦς —ὃ δὴ θαυμάσας ὁ ὁρῶν, καὶ γὰρ ἄξιον ἦν καταπλαγῆναι, φησί· „μέγα μοί ἐστιν, εἰ ἔτι ὁ υἱός μου Ἰωσὴφ ζῇ“ (Gen. 45, 28), ἀλλὰ μὴ κεναῖς δόξαις καὶ τῷ νεκροφορουμένῳ σώματι συντέθνηκε —,