Ancient Greek · ~1 min
Section 23
Philo Judaeus, De migratione Abrahami 23
Not analysed yet
πολλὰ δὲ καὶ ἄλλα τούτοις ὁμοιότροπα τῆς ἀμείνονος καὶ ἱερωτέρας ὄντα τάξεως, Αἴγυπτον τὸν σωματικὸν οἶκον οἰκεῖν οὐκ ἀνέχεσθαι οὐδ’ ἐνθάπτεσθαι σορῷ τὸ παράπαν, ἔξω δὲ παντὸς τοῦ θνητοῦ κεχωρηκότα παρέπεσθαι θεσμοθέτῃ λόγῳ Μωυσῇ ποδηγετοῦντι·