Ancient Greek · ~2 min
Section 22
Philo Judaeus, De migratione Abrahami 22
Not analysed yet
τὸ ὁμολογεῖν ὅτι „τοῦ θεοῦ ἐστι“ (Gen. 50, 19), τῶν δ’ εἰς γένεσιν ἐλθόντων οὐδενός, τὸ γνωριζόμενον τοῖς ἀδελφοῖς πάντας τοὺς φιλοσωμάτους κινῆσαι καὶ σαλεῦσαι τρόπους ἑστάναι παγίως ἐπὶ τῶν ἰδίων οἰομένους δογμάτων καὶ ἀνὰ κράτος ἀπώσασθαι (Gen. 45, 1. 2), τὸ φάναι μὴ πρὸς ἀνθρώπων ἀπεστάλθαι, ὑπὸ δὲ τοῦ θεοῦ κεχειροτονῆσθαι (Gen. 45, 7. 8) πρὸς τὴν τοῦ σώματος καὶ τῶν ἐκτὸς ἔννομον ἐπιστασίαν,