Ancient Greek · ~1 min
Section 27
Philo Judaeus, De migratione Abrahami 27
Not analysed yet
διὸ λόγιον ἐχρήσθη τοιόνδε· „ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ“ (Gen. 31, 3), ἴσον τῷ γέγονας μὲν ἀθλητὴς τέλειος καὶ βραβείων καὶ στεφάνων ἠξιώθης ἀγωνοθετούσης ἀρετῆς καὶ προτεινούσης ἆθλά σοι τὰ νικητήρια· κατάλυσον δὲ ἤδη τὸ φιλόνεικον, ἵνα μὴ πάντοτε πονῇς, ἀλλὰ καὶ τῶν πονηθέντων ἀπόνασθαι δυνηθῇς.