Ancient Greek · ~1 min
Section 28
Philo Judaeus, De migratione Abrahami 28
Not analysed yet
τοῦτο δὲ ἐνταυθοῖ καταμένων οὐδέποτε εὑρήσεις τοῖς αἰσθητοῖς ἔτι συνοικῶν καὶ ταῖς σωματικαῖς ἐνδιατρίβων ποιότησιν, ὧν Λάβαν ἐστὶν ἔξαρχος —ὄνομα δὲ ποιότητος τοῦτ’ ἐστίν —,ἀλλὰ μετανάστην χρὴ γενέσθαι εἰς τὴν πατρῴαν γῆν τὴν ἱεροῦ λόγου καὶ τρόπον τινὰ τῶν ἀσκητῶν πατρός· ἡ δ’ ἐστὶ σοφία, τῶν φιλαρέτων ψυχῶν ἄριστον ἐνδιαίτημα.