Ancient Greek · ~1 min
Section 30
Philo Judaeus, De migratione Abrahami 30
Not analysed yet
οὗ τὸν κλῆρον παραλαβὼν ἐξ ἀνάγκης ἀποθήσῃ τὸν πόνον· αἱ γὰρ ἀφθονίαι τῶν ἑτοίμων καὶ κατὰ χειρὸς ἀγαθῶν ἀπονίας αἴτιαι. πηγὴ δέ, ἀφ’ ἧς ὀμβρεῖ τὰ ἀγαθά, ἡ τοῦ φιλοδώρου θεοῦ σύνοδός ἐστιν· οὗ χάριν ἐπισφραγιζόμενος τὰ τῶν εὐεργεσιῶν φησιν· „ἔσομαι μετὰ σοῦ“.