Ancient Greek · ~1 min
Section 29
Philo Judaeus, De migratione Abrahami 29
Not analysed yet
ἐν ταύτῃ τῇ χώρᾳ καὶ γένος ἐστί σοι τὸ αὐτομαθές, τὸ αὐτοδίδακτον, τὸ νηπίας καὶ γαλακτώδους τροφῆς ἀμέτοχον, τὸ χρησμῷ θείῳ καταβαίνειν εἰς Αἴγυπτον κεκωλυμένον (Gen. 26, 2) καὶ τῆς σαρκὸς ἐντυγχάνειν δελεαζούσαις ἡδοναῖς, ἐπίκλησιν Ἰσαάκ.