Ancient Greek · ~2 min
Section 51
Philo Judaeus, De migratione Abrahami 51
Not analysed yet
τί δέ ἐστι τοῦτο, σαφέστερον ἐρῶ· ὁ χυλὸς ὁρατός ἐστιν, οὐχ ᾗ χυλός, ἀλλ’ ᾗ μόνον σῶμα, τὸ γὰρ ᾗ χυλὸς εἴσεται ἡ γεῦσις· καὶ ὁ ἀτμός, ᾗ μὲν ἀτμός, ὑπὸ ῥινῶν ἐξετασθήσεται, ᾗ δὲ σῶμα, καὶ πρὸς ὀφθαλμῶν· καὶ τὰ ἄλλα ταύτῃ δοκιμασθήσεται. φωνὴ δὲ οὔθ’ ὡς ἀκουστὸν οὔθ’ ὡς σῶμα, εἰ δὴ καὶ σῶμά ἐστιν, ὁρατὸν εἶναι πέφυκεν, ἀλλὰ δύο ταῦτα τῶν ἐν ἡμῖν ἀόρατα, νοῦς καὶ λόγος.