Ancient Greek · ~1 min
Section 52
Philo Judaeus, De migratione Abrahami 52
Not analysed yet
ἀλλὰ γὰρ οὐχ ὅμοιον τὸ ἡμέτερον ἠχεῖον τῷ θείῳ φωνῆς ὀργάνῳ· τὸ μὲν γὰρ ἡμέτερον ἀέρι κίρναται καὶ πρὸς τὸν συγγενῆ τόπον καταφεύγει, τὰ ὦτα, τὸ δὲ θεῖον ἀκρατοῦς καὶ ἀμιγοῦς ἐστι λόγου, φθάνοντος μὲν ἀκοὴν διὰ λεπτότητα, ὁρωμένου δὲ ὑπὸ ψυχῆς ἀκραιφνοῦς διὰ τὴν ἐν τῷ βλέπειν ὀξύτητα.