Ancient Greek
Section 54
Philo Judaeus, De migratione Abrahami 54
Not analysed yet
τὴν δὲ τοῦ ποσοῦ καθ’ ἑκάτερον εἶδος, τό τε ἐν μεγέθει καὶ τὸ ἐν πλήθει, παραύξησιν διασυνίστησι καὶ ὁ τῆς Αἰγύπτου βασιλεύς· „ἰδοὺ“ γάρ φησι „τὸ γένος τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος“ (Exod. 1,9), ἐπειδή γε ἀμφότερα τῷ ὁρατικῷ τοῦ ὄντος γένει προσμαρτυρεῖ, ὡς πληθύν τε καὶ μέγεθος κτησαμένῳ, τὰ περὶ τὸν βίον καὶ λόγον κατορθώματα.