Ancient Greek · ~2 min
Section 55
Philo Judaeus, De migratione Abrahami 55
Not analysed yet
οὐ γάρ, ὅπερ ἄν τις τὸν ἐν τοῖς ὀνόμασιν εἱρμὸν διαφυλάττων, πολὺ πλῆθος, ἀλλὰ μέγα εἶπεν, εἰδὼς τὸ πολὺ καθ’ αὑτὸ ἀτελὲς μέγεθος, εἰ μὴ προσλάβοι δύναμιν νοήσεως καὶ ἐπιστήμης. τί γὰρ ὄφελος πολλὰ μὲν θεωρήματα παραλαμβάνειν, ἕκαστον δὲ αὐτῶν εἰς τὸ ἁρμόττον μέγεθος μὴ συναυξῆσαι; οὐδὲ γὰρ ἀγρὸς τέλειος, ᾧ μυρία μὲν ὅσα ἐνυπάρχει φυτὰ χαμαίζηλα, τέλειον δὲ μηδὲν ἔρνος γεωργικῇ τέχνῃ συνανέβλαστεν ἤδη καρποτοκεῖν δυνάμενον.