Ancient Greek · ~2 min
Section 60
Philo Judaeus, De migratione Abrahami 60
Not analysed yet
διόπερ ἐν χρησμοῖς ᾄδεται· „οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο κύριος ὑμᾶς καὶ ἐξελέξατο —ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη —,ἀλλὰ παρὰ τὸ ἀγαπᾶν κύριον ὑμᾶσ“ (Deut. 7, 7. 8). εἰ γάρ τις βουληθείη τὸν ὄχλον μιᾶς ψυχῆς ὥσπερ κατὰ ἔθνη διανεῖμαι, πολλὰς μὲν ἂν εὕροι τάξεις ἀκοσμούσας, ὧν ἡδοναὶ ἢ ἐπιθυμίαι ἢ λῦπαι ἢ φόβοι ἢ πάλιν ἀφροσύναι καὶ ἀδικίαι καὶ αἱ τούτων συγγενεῖς καὶ ἀδελφαὶ ταξιαρχοῦσι, μίαν δὲ αὐτὸ μόνον εὖ διακεκοσμημένην, ἧς ὁ ὀρθὸς λόγος ἀφηγεῖται.