Ancient Greek · ~2 min
Section 61
Philo Judaeus, De migratione Abrahami 61
Not analysed yet
παρὰ μὲν οὖν ἀνθρώποις τὸ ἄδικον πλῆθος πρὸ ἑνὸς τοῦ δικαίου προτετίμηται, παρὰ δὲ τῷ θεῷ τὸ σπάνιον ἀγαθὸν πρὸ μυρίων ἀδίκων· ᾧ καὶ παραγγέλλει μηδέποτε τοιούτῳ συναινέσαι πλήθει· „οὐκ ἔσῃ“ γάρ φησι „μετὰ πολλῶν ἐπὶ κακίᾳ“ (Exod. 23, 2). ἆρ’ οὖν μετ’ ὀλίγων χρή; μετ’ οὐδενὸς μὲν οὖν φαύλου —εἷς δ’ ὢν ὁ φαῦλος πολύς ἐστι κακίαις, ᾧ συντάσσεσθαι μεγίστη ζημία —· τοὐναντίον γὰρ ἀνθίστασθαι καὶ πολεμεῖν ἀκαταπλήκτῳ χρωμένους δυνάμει προσήκει.