Ancient Greek · ~1 min
Section 74
Philo Judaeus, De migratione Abrahami 74
Not analysed yet
ἢ οὐχ ὁρᾷς τὸν Ἄβελ —ὄνομα δέ ἐστι τὰ θνητὰ πενθοῦντος καὶ τὰ ἀθάνατα εὐδαιμονίζοντος —,ὡς ἀνεπιλήπτῳ μὲν κέχρηται διανοίᾳ, τῷ δὲ μὴ γεγυμνάσθαι περὶ λόγους ἥττηται πρὸς δεινοῦ παλαῖσαι Κάιν τέχνῃ μᾶλλον ἢ ῥώμῃ περιγενέσθαι δυναμένου;