Ancient Greek · ~1 min
Section 75
Philo Judaeus, De migratione Abrahami 75
Not analysed yet
διὸ καὶ θαυμάζων τῆς περὶ τὴν φύσιν εὐμοιρίας τὸν τρόπον αἰτιῶμαι τοσοῦτον, ὅτι προκληθεὶς εἰς ἅμιλλαν λόγων ἧκεν ἀγωνιούμενος, δέον ἐπὶ τῆς συνήθους ἠρεμίας στῆναι πολλὰ χαίρειν φράσαντα τῷ φιλονείκῳ, εἰ δ’ ἄρα ἐβούλετο πάντως διαγωνίσασθαι, μὴ πρότερον κονίσασθαι ἢ τοῖς τεχνικοῖς παλαίσμασιν ἐνασκηθῆναι· τῶν γὰρ ἀγροικοσόφων οἱ τὰ πολιτικὰ κεκομψευμένοι μάλιστά πως εἰώθασι περιεῖναι.