Ancient Greek · ~2 min
Section 76
Philo Judaeus, De migratione Abrahami 76
Not analysed yet
διὸ καὶ Μωυσῆς ὁ πάνσοφος παραιτεῖται μὲν εἰς τὴν τῶν εὐλόγων καὶ πιθανῶν ἐπίσκεψιν ἐλθεῖν, ἀφ’ οὗ τὸ ἀληθείας φέγγος ἤρξατο ὁ θεὸς ἐναστράπτειν αὐτῷ διὰ τῶν ἐπιστήμης καὶ σοφίας αὐτῆς ἀθανάτων λόγων, ἄγεται δὲ οὐδὲν ἧττον πρὸς τὴν θέαν αὐτῶν οὐχ ἕνεκα τοῦ πλειόνων ἔμπειρος γενέσθαι πραγμάτων —ἀποχρῶσι γὰρ αἱ περὶ θεοῦ καὶ τῶν ἱερωτάτων αὐτοῦ δυνάμεων ζητήσεις τῷ φιλοθεάμονι —,ἀλλ’ ὑπὲρ τοῦ περιγενέσθαι τῶν ἐν Αἰγύπτῳ σοφιστῶν, οἷς αἱ μυθικαὶ πιθανότητες πρὸ τῆς τῶν ἀληθῶν ἐναργείας τετίμηνται.