Ancient Greek · ~1 min
Section 1
Philo Judaeus, De mutatione nominum 1
Not analysed yet
„Ἐγένετο Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ θεός σου“ (Gen. 17,1). ὁ ἐννέα πρὸς τοῖς ἐνενήκοντα ἀριθμὸς ἑκατοντάδος γείτων ἐστίν, ᾗ τὸ αὐτομαθὲς ἐπέλαμψε γένος, Ἰσαάκ, εὐπαθειῶν ἀρίστη, χαρά· τῷ γὰρ ἑκατονταετεῖ γίνεται.