Ancient Greek · ~1 min
Section 2
Philo Judaeus, De mutatione nominum 2
Not analysed yet
ἔστι δὲ καὶ Λευιτικῆς φυλῆς ἱερεῦσιν ἀπαρχὴ διδομένη· δεκάτας γὰρ λαβόντες, ἀπὸ τούτων ὡς ἂν ἀπ’ οἰκείων καρπῶν ἑτέρας ἀπάρχονται ἑκατοστὸν λόγον περιεχούσας (Num. 18,26). προκοπῆς μὲν γὰρ δεκάς, ἑκατοντὰς δὲ τελειότητος σύμβολον. σπεύδει δὲ ὁ μέσος ἀεὶ πρὸς ἀκρότητα, φύσεως εὐμοιρίᾳ χρώμενος· ᾧ φησιν ὀφθῆναι τὸν τῶν ὅλων κύριον.