Ancient Greek · ~1 min
Section 100
Philo Judaeus, De mutatione nominum 100
Not analysed yet
τῷ δ’ ἐκ λήθης ἔξω προϊόντι συμβαίνει κατὰ τὸ ἀναγκαῖον ἀναμιμνῄσκεσθαι· μαθήσεως δὲ ἀνάμνησις οἰκεῖον. πολλάκις γὰρ τοῦ μανθάνοντος ἀπορρεῖ τὰ θεωρήματα μὴ δυναμένου δι’ ἀσθένειαν κρατεῖν καὶ πάλιν ἐξ ἀρχῆς ὑπαναπλεῖ. τὸ μὲν οὖν τῆς ἀπορροῆς πάθος ὀνομάζεται λήθη, τὸ δὲ τῆς παλιρροίας ἀνάμνησις.