Ancient Greek · ~1 min
Section 99
Philo Judaeus, De mutatione nominum 99
Not analysed yet
πάλιν ὁ Συμεὼν ὄνομα μαθήσεως καὶ διδασκαλίας ἐστίν —εἰσακοὴ γὰρ ἑρμηνεύεται —,μανθάνοντος δ’ ἴδιον ἀκούειν τε καὶ προσέχειν τοῖς λεγομένοις, ὁ δὲ Μανασσῆς ἀναμνήσεως σύμβολον· καλεῖται γὰρ ἐκ λήθης.