Ancient Greek · ~2 min
Section 15
Philo Judaeus, De mutatione nominum 15
Not analysed yet
μήτ’ οὖν διαπόρει, εἰ τὸ τῶν ὄντων πρεσβύτατον ἄρρητον, ὁπότε καὶ ὁ λόγος αὐτοῦ κυρίῳ ὀνόματι οὐ ῥητὸς ἡμῖν· καὶ μὴν εἰ ἄρρητον, καὶ ἀπερινόητον καὶ ἀκατάληπτον· ὥστε τὸ „ὤφθη κύριος τῷ Ἀβραὰμ“ (Gen. 17,1) λέγεσθαι ὑπονοητέον οὐχ ὡς ἐπιλάμποντος καὶ ἐπιφαινομένου τοῦ παντὸς αἰτίου —τίς γὰρ ἀνθρώπειος νοῦς τὸ μέγεθος τῆς φαντασίας ἱκανός ἐστι χωρῆσαι; —,ἀλλ’ ὡς μιᾶς τῶν περὶ αὐτὸ δυνάμεων, τῆς βασιλικῆς, προφαινομένης· ἡ γὰρ κύριος πρόσρησις ἀρχῆς καὶ βασιλείας ἐστί.