Ancient Greek · ~1 min
Section 16
Philo Judaeus, De mutatione nominum 16
Not analysed yet
νοῦς δὲ ἡμῶν ἡνίκα ἐχαλδάιζε μετεωρολεσχῶν, τῷ κόσμῳ τὰς δραστηρίους ἦν περιέπων δυνάμεις ὡς αἰτίας· γενόμενος δὲ μετανάστης ἀπὸ τοῦ Χαλδαϊκοῦ δόγματος ἔγνω ἡνιοχούμενον καὶ κυβερνώμενον αὐτὸν ὑπὸ ἡγεμόνος, οὗ τῆς ἀρχῆς φαντασίαν ἔλαβε.