Ancient Greek · ~1 min
Section 151
Philo Judaeus, De mutatione nominum 151
Not analysed yet
Λέγεται δὲ ἑξῆς, ὅτι „καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτῆς ἔσονται“ (ibid.) . οὓς γὰρ κυοφορεῖ καὶ ἀποτίκτει, πάντες εἰσὶν ἡγεμόνες, οὐ κλήρῳ, πράγματι ἀβεβαίῳ, καὶ χειροτονίᾳ ἐμμίσθων τὰ πολλὰ ἀνθρώπων πρὸς ὀλίγον χρόνον αἱρεθέντες, ἀλλ’ ὑπὸ φύσεως εἰς ἀεὶ κατασταθέντες αὐτῆς.