Ancient Greek · ~2 min
Section 152
Philo Judaeus, De mutatione nominum 152
Not analysed yet
οὗτος δ’ οὐκ ἐμὸς μῦθος, ἀλλὰ χρησμῶν τῶν ἱερωτάτων ἐστίν, ἐν οἷς εἰσάγονταί τινες λέγοντες τῷ Ἀβραάμ· „βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν“ (Gen. 23,6), οὐ τὰς ὕλας ἐξετάσαντες, —τίνες γὰρ ἦσαν ἀνδρὶ μετανάστῃ καὶ μηδὲ πόλιν οἰκοῦντι, πολλὴν δὲ καὶ ἐρήμην καὶ ἄβατον ἀλωμένῳ γῆν; —ἀλλὰ τὴν ἐν τῇ διανοίᾳ βασιλικὴν ἕξιν κατανοήσαντες, ὥστ’ ἀνομολογῆσαι κατὰ Μωυσῆν μόνον τὸν σοφὸν βασιλέα.