Ancient Greek · ~1 min
Section 17
Philo Judaeus, De mutatione nominum 17
Not analysed yet
διὸ λέγεται „ὤφθη“ οὐ τὸ ὄν, ἀλλὰ κύριος· οἷον ἐφάνη ὁ βασιλεύς, ἐξ ἀρχῆς μὲν ὤν, οὔπω δὲ τῇ ψυχῇ γνωριζόμενος, ἣ καὶ ὀψιμαθὴς μέν, οὐ μὴν εἰσάπαν ἀμαθὴς διετέλεσεν, ἀλλ’ ἐφαντασιώθη τὴν ἐν τοῖς οὖσιν ἀρχὴν καὶ ἡγεμονίαν.