Ancient Greek · ~1 min
Section 29
Philo Judaeus, De mutatione nominum 29
Not analysed yet
τούτων συγγενής ἐστι καὶ ἡ ποιητικὴ δύναμις, ἡ καλουμένη θεός· διὰ γὰρ ταύτης τῆς δυνάμεως ἔθηκε τὰ πάντα ὁ γεννήσας καὶ τεχνιτεύσας πατήρ, ὥστε τὸ „ἐγώ εἰμι θεὸς σὸς“ ἴσον ἐστὶ τῷ ἐγώ εἰμι ποιητὴς καὶ δημιουργός.