Ancient Greek · ~1 min
Section 30
Philo Judaeus, De mutatione nominum 30
Not analysed yet
μεγίστη δὲ δωρεὰ τὸ αὐτοῦ λαχεῖν ἀρχιτέκτονος, οὗ καὶ σύμπας ὁ κόσμος ἔλαχε. φαύλου μὲν γὰρ ψυχὴν οὐ διέπλασεν —ἐχθρὸν γὰρ θεῷ κακία —,τὴν δὲ μέσην οὐ δι’ ἑαυτοῦ μόνου κατὰ τὸν ἱερώτατον Μωυσῆν, ἐπειδὴ κηροῦ τρόπον ἔμελλεν αὕτη δέξασθαι καλοῦ τε καὶ αἰσχροῦ διαφοράν.