Ancient Greek · ~1 min
Section 31
Philo Judaeus, De mutatione nominum 31
Not analysed yet
διόπερ λέγεται· „ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν“ (Gen. 1,26), ἵν’, εἰ μὲν δέξεται φαῦλον τύπον, ἑτέρων φαίνηται δημιούργημα, εἰ δὲ καλόν, τοῦ τῶν καλῶν καὶ ἀγαθῶν μόνων τεχνίτου. πάντως οὖν σπουδαῖος ἐκεῖνός ἐστιν, ᾧ φησιν· „ἐγώ εἰμι θεὸς σός,“ ποιητοῦ μόνου λαχὼν ἄνευ συμπράξεως ἑτέρων.