Ancient Greek · ~1 min
Section 41
Philo Judaeus, De mutatione nominum 41
Not analysed yet
τοιγάρτοι καὶ ὁ ἀσκητὴς εὐχόμενος ταὐτὸν ἀποδηλώσει φάσκων· „ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου“ καὶ προστίθησιν „ἐνώπιον αὐτοῦ“ (Gen. 48, 15), χάριν τοῦ γνῶναι τὴν πραγματικὴν διαφορὰν τοῦ „θεῷ“ εὐαρεστεῖν πρὸς τὸ „ἐνώπιον αὐτοῦ“· τὸ μὲν γὰρ ἀμφότερα περιέχει, τὸ δὲ θάτερον μόνον.