Ancient Greek · ~1 min
Section 42
Philo Judaeus, De mutatione nominum 42
Not analysed yet
οὕτω καὶ Μωυσῆς ἐν τοῖς προτρεπτικοῖς παραινεῖ λέγων· „τὸ εὐάρεστον ποιήσεις ἐνώπιον κυρίου τοῦ θεοῦ σου“ (Deut. 12,28), οἷον τοιαῦτα πρᾶττε, ἃ γενήσεται ἐπάξια τοῦ φανῆναι θεῷ καὶ ἅπερ ἰδὼν ἀποδέξεται· ταῦτα δὲ καὶ εἰς τοὺς ὁμοίους εἴωθε χωρεῖν.