Ancient Greek · ~1 min
Section 44
Philo Judaeus, De mutatione nominum 44
Not analysed yet
ταῦτα γὰρ καὶ τὰ τοιαῦτα σύμβολα ψυχῆς ἐστι καὶ τοῖς εἴσω πρὸς θεὸν ἁγνευούσης καὶ [ἐν] τοῖς ἔξω πρὸς τὸν αἰσθητὸν κόσμον καὶ βίον καθαρευούσης. εὐστόχως οὖν ἐκεῖνο πρὸς τὸν παλαιστὴν νικηφόρον ἐλέχθη μέλλοντα τοῖς νικητηρίοις ἀναδεῖσθαι στεφάνοις. τὸ γὰρ ἐπ’ αὐτῷ κήρυγμα τοιοῦτόν ἐστι· „ἴσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός“ (Gen. 32, 28).