Ancient Greek · ~1 min
Section 45
Philo Judaeus, De mutatione nominum 45
Not analysed yet
τὸ γὰρ καθ’ ἑκατέραν τάξιν εὐδοκιμῆσαι, καὶ τὴν πρὸς τὸ ἀγένητον καὶ τὴν πρὸς τὸ γενόμενον, οὐ μικρᾶς ἐστι διανοίας, ἀλλ’, εἰ δεῖ τἀληθὲς εἰπεῖν, κόσμου καὶ θεοῦ μεθορίου· συνόλως τε προσήκει τὸν ἀστεῖον ὀπαδὸν εἶναι θεοῦ· μέλει γὰρ τῷ πάντων ἡγεμόνι καὶ πατρὶ τοῦ γενομένου.