Ancient Greek · ~2 min
Section 46
Philo Judaeus, De mutatione nominum 46
Not analysed yet
τίς γὰρ οὐκ οἶδεν, ὅτι καὶ πρὸ τῆς τοῦ κόσμου γενέσεως ἱκανὸς ἦν αὐτὸς ἑαυτῷ ὁ θεὸς καὶ μετὰ τὴν τοῦ κόσμου γένεσιν ὁ αὐτὸς ἔμενεν, οὐ μεταβαλών; διὰ τί οὖν ἐποίει τὰ μὴ ὄντα; ἢ ὅτι ἀγαθὸς καὶ φιλόδωρος ἦν; εἶτ’ οὐχ ἑψόμεθα οἱ δοῦλοι τῷ δεσπότῃ, θαυμάζοντες μὲν τὸν αἴτιον ὑπερφυῶς, τῆς δὲ καθ’ αὑτοὺς φύσεως μὴ ὑπερορῶντες;