Ancient Greek · ~1 min
Section 62
Philo Judaeus, De mutatione nominum 62
Not analysed yet
τῆς μὲν οὖν φρενοβλαβείας οὐκ εἰς μακρὰν ἔδωκε τὴν ἁρμόζουσαν δίκην· ἀπὸ γὰρ μικρᾶς καὶ τῆς τυχούσης προφάσεως ἐπ’ ἀγχόνην ᾖξεν, ἵν’ ὁ μιαρὸς καὶ δυσκάθαρτος μηδὲ καθαρῷ θανάτῳ τελευτήσῃ. δικαίως δ’ ἂν ἡμεῖς ὑπὲρ τοῦ μὴ καὶ ἕτερον τοῖς αὐτοῖς ἁλῶναι τὰς ὑπονοίας ἐκκόψαιμεν, φυσιολογοῦντες καὶ ἀποδεικνύντες τὰ λεγόμενα ταῦτα πάσης ἐπάξια σπουδῆς.