Ancient Greek · ~1 min
Section 63
Philo Judaeus, De mutatione nominum 63
Not analysed yet
οὐ γὰρ γράμματα ἄφωνα ἢ φωνήεντα ἢ συνόλως ῥήματα καὶ ὀνόματα χαρίζεται ὁ θεός, ὁπότε καὶ γεννήσας φυτά τε αὖ καὶ ζῷα ἐκάλεσεν ὡς πρὸς ἡγεμόνα τὸν ἄνθρωπον, ὃν ἐκ πάντων δι’ ἐπιστήμην ἐχώρισεν, ἵν’ ἑκάστοις τὰ οἰκεῖα ὀνόματα θῆται· „πᾶν“ γάρ φησιν „ὃ ἂν ἐκάλεσεν ὁ Ἀδάμ, τοῦτο ὄνομα τοῦ κληθέντος ἦν“ (Gen. 2,19).