Ancient Greek · ~1 min
Section 64
Philo Judaeus, De mutatione nominum 64
Not analysed yet
εἶθ’ ὅπου οὐδὲ τὰς ὁλοκλήρους θέσεις τῶν ὀνομάτων ὁ θεὸς ἠξίωσεν ἐπιφημίζειν, ἐπιτρέψας ἀνδρὶ σοφῷ, τῷ γένους ἀνθρώπων ἀρχηγέτῃ, τὸ ἔργον, ὑπονοεῖν ἄξιον, ὅτι μέρη τῶν ὀνομάτων ἢ συλλαβὰς ἢ γράμματα, οὐ φωνήεντα μόνον, ἀλλὰ καὶ ἄφωνα, αὐτὸς προσετίθει καὶ μεθήρμοζε, καὶ ταῦτ’ ἐπὶ προφάσει δωρεᾶς καὶ ὑπερβαλλούσης εὐεργεσίας; οὐκ ἔστιν εἰπεῖν.