Ancient Greek · ~1 min
Section 83
Philo Judaeus, De mutatione nominum 83
Not analysed yet
ἄξιον δὲ ἀπορῆσαι, διὰ τί ὁ μὲν Ἀβραάμ, ἀφ’ οὗ μετωνομάσθη, τῆς αὐτῆς προσρήσεως ἀξιοῦται μηκέτι καλούμενος ὀνόματι τῷ προτέρῳ, ὁ δὲ Ἰακὼβ προσρηθεὶς Ἰσραὴλ οὐδὲν ἧττον αὖθις πάλιν Ἰακὼβ ἐπὶ πλέον ὀνομάζεται. λεκτέον οὖν ὅτι καὶ ταῦτα χαρακτῆρές εἰσιν, οἷς ἡ διδακτικὴ τῆς ἀσκητικῆς ἀρετῆς διαφέρει.