Ancient Greek · ~2 min
Section 84
Philo Judaeus, De mutatione nominum 84
Not analysed yet
ὁ μὲν γὰρ διδασκαλίᾳ βελτιωθείς, εὐμοίρου λαχὼν φύσεως, ἣ περιποιεῖ τὸ ἄληστον αὐτῷ διὰ συνεργοῦ μνήμης, μονῇ χρῆται, ὧν ἔμαθεν ἀπρὶξ ἐπειλημμένος καὶ βεβαίως περιεχόμενος· ὁ δ’ ἀσκητὴς ἐπειδὰν γυμνάσηται συντόνως, διαπνεῖ πάλιν καὶ ὑπανίεται, συλλεγόμενος καὶ ἀνακτώμενος τὴν ἐκ τοῦ πονεῖν τεθρυμμένην δύναμιν, καθάπερ καὶ οἱ τὰ σώματα ἀλειφόμενοι· καὶ γὰρ οὗτοι περὶ τὴν ἄσκησιν καμόντες, ὡς μὴ κατὰ τὸ παντελὲς αὐτοῖς ἀπορραγεῖεν αἱ δυνάμεις διὰ τὸ σφοδρὸν καὶ σύντονον τῆς ἀθλήσεως, ἔλαιον ἐπιχέουσιν.