Ancient Greek · ~2 min
Section 34
Philo Judaeus, De opificio mundi 34
Not analysed yet
οὗτοι δ’ εἰσὶν ἑσπέρα τε καὶ πρωΐα, ὧν ἡ μὲν προευαγγελίζεται μέλλοντα ἥλιον ἀνίσχειν ἠρέμα τὸ σκότος ἀνείργουσα, ἡ δ’ ἑσπέρα καταδύντι ἐπιγίνεται ἡλίῳ τὴν ἀθρόαν τοῦ σκότους φορὰν πρᾴως ἐκδεχομένη. καὶ ταῦτα μέντοι, πρωΐαν λέγω καὶ ἑσπέραν, ἐν τῇ τάξει τῶν ἀσωμάτων καὶ νοητῶν θετέον· ὅλως γὰρ οὐδὲν αἰσθητὸν ἐν τούτοις, ἀλλὰ πάντα ἰδέαι καὶ μέτρα καὶ τύποι καὶ σφραγῖδες, εἰς γένεσιν ἄλλων ἀσώματα σωμάτων.