Ancient Greek · ~1 min
Section 35
Philo Judaeus, De opificio mundi 35
Not analysed yet
ἐπεὶ δὲ φῶς μὲν ἐγένετο, σκότος δ’ ὑπεξέστη καὶ ἀνεχώρησεν, ὅροι δ’ ἐν τοῖς μεταξὺ διαστήμασιν ἐπάγησαν ἑσπέρα καὶ πρωΐα, κατὰ τἀναγκαῖον τοῦ χρόνου μέτρον ἀπετελεῖτο εὐθύς, ὃ καὶ ἡμέραν ὁ ποιῶν ἐκάλεσε, καὶ ἡμέραν οὐχὶ πρώτην, ἀλλὰ μίαν, ἣ λέλεκται διὰ τὴν τοῦ νοητοῦ κόσμου μόνωσιν μοναδικὴν ἔχοντος φύσιν.