Ancient Greek · ~1 min
Section 37
Philo Judaeus, De opificio mundi 37
Not analysed yet
εἶτ’ εὐθέως οὐρανὸν προσεῖπεν αὐτὸν εὐθυβόλως καὶ πάνυ κυρίως, ἤτοι διότι πάντων ὅρος ἢ διότι πρῶτος τῶν ὁρατῶν ἐγένετο. ὀνομάζει δὲ καὶ ἡμέραν μετὰ τὴν γένεσιν αὐτοῦ δευτέραν, ὅλον ἡμέρας διάστημα καὶ μέτρον ἀνατιθεὶς οὐρανῷ διὰ τὴν ἐν αἰσθητοῖς ἀξίωσίν τε καὶ τιμήν.