Ancient Greek
Section 38
Philo Judaeus, De opificio mundi 38
Not analysed yet
Μετὰ δὲ ταῦτ’ ἐπειδὴ τὸ σύμπαν ὕδωρ εἰς ἅπασαν τὴν γῆν ἀνεκέχυτο καὶ διὰ πάντων αὐτῆς ἐπεφοιτήκει τῶν μερῶν, οἷα σπογγιᾶς ἀναπεπωκυίας ἰκμάδα, ὡς εἶναι τέλματα καὶ βαθὺν πηλόν, ἀμφοτέρων τῶν στοιχείων ἀναδεδευμένων καὶ συγκεχυμένων τρόπον φυράματος εἰς μίαν ἀδιάκριτον καὶ ἄμορφον φύσιν, προστάττει ὁ θεὸς τὸ μὲν ὕδωρ ὅσον ἁλμυρὸν καὶ ἀγονίας αἴτιον ἔμελλεν ἔσεσθαι σπαρτοῖς καὶ δένδρεσιν ἐπισυναχθῆναι συρρυὲν ἐκ τῶν τῆς ἁπάσης γῆς ἀραιωμάτων, τὴν δὲ ξηρὰν ἀναφανῆναι, τῆς τοῦ γλυκέος νοτίδος ἐναπολειφθείσης εἰς διαμονὴν —κόλλα γάρ τίς ἐστιν ἡ μεμετρημένη γλυκεῖα νοτὶς τῶν διεστηκότων —καὶ ὑπὲρ τοῦ μὴ παντάπασιν ἀφαυανθεῖσαν αὐτὴν ἄγονον καὶ στεῖραν γενέσθαι καὶ ὅπως οἷα μήτηρ μὴ μόνον θάτερον εἶδος τροφῆς βρῶσιν ἀλλ’ ἑκάτερον ὡς ἂν ἐκγόνοις βρῶσίν τε καὶ πόσιν παρέχῃ· διὸ φλέβας μαστοῖς ἐοικυίας ἐπλημμύρει, αἳ στομωθεῖσαι ποταμοὺς καὶ πηγὰς ἔμελλον ἀναχεῖν.