Ancient Greek · ~2 min
Section 40
Philo Judaeus, De opificio mundi 40
Not analysed yet
τὸ δ’ ἀποκριθὲν ὕδωρ θάλασσαν. εἶτα διακοσμεῖν ἄρχεται τὴν γῆν· κελεύει γὰρ αὐτὴν χλοηφορεῖν καὶ σταχυηφορεῖν παντοίας βοτάνας ἀνιεῖσαν καὶ πεδία εὔχορτα καὶ πάνθ’ ὅσα χιλὸς μὲν κτήνεσιν, ἀνθρώποις δ’ ἔμελλεν ἔσεσθαι τροφή. προσέτι μέντοι καὶ τὰς δένδρων ἰδέας ἁπάσας ἀνέφυεν, οὐδὲν οὔτε τῶν τῆς ἀγρίας οὔτε τῶν τῆς ἡμέρου λεγομένης ὕλης παρείς. ἐβεβρίθει δὲ πάντα καρποῖς εὐθὺς ἅμα τῇ πρώτῃ γενέσει κατὰ τὸν ἐναντίον τρόπον ἢ τὸν νυνὶ καθεστῶτα.