Ancient Greek · ~4 min
Section 41
Philo Judaeus, De opificio mundi 41
Not analysed yet
νυνὶ μὲν γὰρ ἐν μέρει γίγνεται τὰ γιγνόμενα χρόνοις διαφέρουσιν, ἀλλ’ οὐκ ἀθρόα καιρῷ ἑνί· τίς γὰρ οὐκ οἶδεν ὅτι πρῶτον μέν ἐστι σπορὰ καὶ φυτεία, δεύτερον δὲ τῶν σπαρέντων καὶ φυτευθέντων αὔξησις, ἡ μὲν εἰς τὸ κάτω ῥίζας ἀποτείνουσα οἱονεὶ θεμελίους, ἡ δ’ εἰς τὸ ἄνω πρὸς ὕψος αἰρομένων καὶ στελεχουμένων; ἔπειτα βλαστοὶ καὶ πετάλων ἐκφύσεις, εἶτ’ ἐπὶ πᾶσι καρποῦ φορά· καὶ πάλιν καρπὸς οὐ τέλειος, ἀλλ’ ἔχων παντοίας μεταβολὰς κατά τε τὴν ἐν μεγέθει ποσότητα καὶ τὰς ἐν πολυμόρφοις ἰδέαις ποιότητας· ἀποτίκτεται μὲν γὰρ ὁ καρπὸς ἐοικὼς ἀμερέσι ψήγμασιν ὑπὸ βραχύτητος μόλις ὁρατοῖς, ἅπερ οὐκ ἀπὸ σκοποῦ φαίη τις ἂν εἶναι πρῶτα αἰσθητά· μετὰ δὲ ταῦτ’ ἐκ τοῦ κατ’ ὀλίγον ἔκ τε τῆς ἐποχετευομένης τροφῆς, ἣ ἄρδει τὸ δένδρον, κἀκ τῆς εὐκρασίας τῶν πνευμάτων, ἃ ψυχραῖς ἅμα καὶ μαλακωτέραις αὔραις ζωπυρεῖται καὶ τιθηνεῖται, συναύξεται πρὸς ὄγκον ἐπιδιδοὺς τελειότατον· σὺν δὲ τῷ μεγέθει καὶ τὰς ποιότητας ἀλλάττει, καθάπερ ὑπὸ γραφικῆς ἐπιστήμης χρώμασι διαφόροις ποικιλλόμενος.