Ancient Greek
Section 45
Philo Judaeus, De opificio mundi 45
Not analysed yet
Τῇ δὲ τετάρτῃ ἡμέρᾳ μετὰ τὴν γῆν τὸν οὐρανὸν ἐποίκιλλε διακοσμῶν, οὐκ ἐπειδὴ τοῦτον ἐν ὑστέρῳ γῆς ἔταττε, τῇ μὲν ἐλάττονι φύσει προνομίαν διδούς, τὴν δὲ κρείττονα καὶ θειοτέραν δευτερείων ἀξιῶν, ἀλλ’ εἰς ἔνδειξιν ἐναργεστάτην κράτους ἀρχῆς. προλαβὼν γὰρ περὶ τῶν οὔπω γεγονότων ἀνθρώπων, οἷοι τὰς γνώμας ἔσονται, στοχασταὶ τῶν εἰκότων καὶ πιθανῶν, ἐν οἷς πολὺ τὸ εὔλογον, ἀλλ’ οὐχὶ τῆς ἀκραιφνοῦς ἀληθείας, καὶ ὅτι πιστεύσουσι μᾶλλον τοῖς φαινομένοις ἢ θεῷ σοφιστείαν πρὸ σοφίας θαυμάσαντες, κατιδόντες τε αὖθις τὰς ἡλίου καὶ σελήνης περιόδους, δι’ ὧν θέρη χειμῶνες καὶ ἔαρος καὶ μετοπώρου τροπαί, τῶν ἐκ γῆς ἀνὰ πᾶν ἔτος φυομένων καὶ γιγνομένων ἁπάντων αἰτίας ὑπολήψονται τὰς τῶν κατ’ οὐρανὸν ἀστέρων περιπολήσεις, ἵνα μηδενὶ γενητῷ τὰς πρώτας ἀνατιθέναι τινὲς τολμῶσιν ἢ διὰ θράσος ἀναίσχυντον ἢ δι’ ἀμαθίαν ὑπερβάλλουσαν, ἀναδραμέτωσαν, φησί,