Ancient Greek
Section 46
Philo Judaeus, De opificio mundi 46
Not analysed yet
ταῖς διανοίαις ἐπὶ τὴν πρώτην τῶν ὅλων γένεσιν, ὅτε πρὸ ἡλίου καὶ σελήνης παντοῖα μὲν φυτά, παντοίους δὲ καρποὺς ἤνεγκεν ἡ γῆ, καὶ θεασάμενοι ταῖς διανοίαις ἐλπιζέτωσαν ὅτι καὶ αὖθις οἴσει κατὰ πρόσταξιν τοῦ πατρός, ὅταν αὐτῷ δοκῇ μὴ προσδεηθέντι τῶν κατ’ οὐρανὸν ἐκγόνων, οἷς δυνάμεις μὲν ἔδωκεν, οὐ μὴν αὐτοκρατεῖς· οἷα γὰρ ἡνίοχος ἡνιῶν ἢ κυβερνήτης οἰάκων ἐνειλημμένος ἄγει ᾗ ἂν ἐθέλῃ κατὰ νόμον καὶ δίκην ἕκαστα μηδενὸς προσδεόμενος ἄλλου· πάντα γὰρ θεῷ δυνατά.